Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.6 Dem. 22.9 (English) >>Dem. 22.12

22.8περὶ τοίνυν τοῦ νόμου τοῦ διαρρήδην οὐκ ἐῶντος ἐξεῖναι μὴ ποιησαμένῃ τῇ βουλῇ τὰς τριήρεις αἰτῆσαι τὴν δωρειάν, ἄξιόν ἐστιν ἀκοῦσαι τὴν ἀπολογίαν ἣν ποιήσεται, καὶ θεωρῆσαι τὴν ἀναίδειαν τοῦ τρόπου διʼ ὧν ἐγχειρεῖ λέγειν. νόμος, φησίν, οὐκ ἐᾷ τὴν βουλὴν αἰτῆσαι τὴν δωρειάν, ἐὰν μὴ ποιήσηται τὰς τριήρεις· ὁμολογῶ. δοῦναι δέ γʼ οὐδαμοῦ, φησί, κωλύει τὸν δῆμον. ἐγὼ δʼ, εἰ μὲν ἔδωκʼ αἰτούσῃ, παρὰ τὸν νόμον εἴρηκα· εἰ δὲ μὴ πεποίημαι μνείαν περὶ τῶν νεῶν ἐν ὅλῳ τῷ ψηφίσματι, ἀλλʼ ἕτερʼ ἄττα λέγω διʼ τὴν βουλὴν στεφανῶ, πῶς παρὰ τὸν νόμον εἴρηκα; 22.9ἔστι δὴ πρὸς ταῦτʼ οὐ χαλεπὸν τὰ δίκαιʼ ὑμῖν ἀντειπεῖν, ὅτι πρῶτον μὲν οἱ προεδρεύοντες τῆς βουλῆς καὶ ταῦτʼ ἐπιψηφίζων ἐπιστάτης ἠρώτων καὶ διαχειροτονίαν ἐδίδοσαν, ὅτῳ δοκεῖ δωρειᾶς ἀξίως βουλὴ βεβουλευκέναι καὶ ὅτῳ μή· καίτοι τούς γε μὴ αἰτοῦντας μηδὲ λαβεῖν ἀξιοῦντας τὴν ἀρχὴν οὐδʼ ἐπερωτᾶν προσῆκεν. 22.10πρὸς τοίνυν τούτοις ἔστιν Μειδίου κατηγοροῦντος τῆς βουλῆς καὶ ἄλλων τινῶν, ἀναπηδῶντες οἱ βουλευταὶ ἐδέοντο μὴ σφᾶς ἀφελέσθαι τὴν δωρειάν. καὶ ταῦτʼ οὐ παρʼ ἐμοῦ δεῖ πυθέσθαι τοὺς δικάζοντας ὑμᾶς, ἀλλʼ αὐτοὶ παρόντες ἴστʼ ἐν τῷ δήμῳ γενόμενα. ὥσθʼ ὅταν μὲν μὴ φῇ τὴν βουλὴν αἰτεῖν, ταῦθʼ ὑπολαμβάνετε· ὅτι δʼ οὐδὲ τὸν δῆμον ἐᾷ διδόναι μὴ ποιησαμένοις τὰς ναῦς νόμος, καὶ τοῦτʼ ἐπιδείξω.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.6 Dem. 22.9 (English) >>Dem. 22.12

Powered by PhiloLogic